
Πελασγοῦ δὲ βασιλεύοντος γενέσθαι καὶ τῇ χώρᾳ Πελασγίαν φασὶν ὄνομα.
Λυκάων δὲ ὁ Πελασγοῦ τοσάδε εὗρεν ἢ ὁ πατήρ οἱ σοφώτερα: Λυκόσουράν τε γὰρ πόλιν ᾤκισεν ἐν τῷ ὄρει τῷ Λυκαίῳ καὶ Δία ὠνόμασε Λυκαῖον καὶ ἀγῶνα ἔθηκε Λύκαια.
...μετὰ δὲ Νύκτιμον ἀποθανόντα Ἀρκὰς ἐξεδέξατο ὁ Καλλιστοῦς τὴν ἀρχήν: καὶ τόν τε ἥμερον καρπὸν ἐσηγάγετο οὗτος παρὰ Τριπτολέμου καὶ τὴν ποίησιν ἐδίδαξε τοῦ ἄρτου καὶ ἐσθῆτα ὑφαίνεσθαι καὶ ἄλλα, τὰ ἐς ταλασίαν μαθὼν παρὰ Δρίστα. ἀπὸ τούτου δὲ βασιλεύσαντος Ἀρκαδία τε ἀντὶ Πελασγίας ἡ χώρα καὶ ἀντὶ Πελασγῶν Ἀρκάδες ἐκλήθησαν οἱ ἄνθρωποι.
(Παυσανίου Ελλάδος Περιήγησις, Αρκαδικά Ι,ΙΙ,ΙV)

…τὸ σκληρότατον παρὰ πολὺ τῆς Ἀρκαδίας ἔχειν ἀέρα καὶ τόπον
(Πολυβίου Ιστορίαι Δ.21)
κοινῇ τὸ τῶν Ἀρκάδων ἔθνος ἔχει τινὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἐπ' ἀρετῇ φήμην, οὐ μόνον διὰ τὴν ἐν τοῖς ἤθεσι καὶ βίοις φιλοξενίαν καὶ φιλανθρωπίαν, μάλιστα δὲ διὰ τὴν εἰς τὸ θεῖον εὐσέβειαν
(Πολυβίου Ιστορίαι Δ.20)
…ὁ δ´ Ἡρακλῆς ἔχων ἀεὶ τοὺς μεθ´ ἑαυτοῦ στρατεύσαντας Ἀρκάδας
(Διοδώρου Σικελιωτου, Ιστορική Βιβλιοθήκη/Δ’ 4.37)
θώρακα γὰρ ἢ ἀσπίδα εἶχεν ἕκαστος, ὅσοι δὲ ἠπόρουν τούτων, περιεβέβληντο αἰγῶν νάκας καὶ προβάτων, οἱ δὲ καὶ θηρίων δέρματα, καὶ μάλιστα οἱ ὀρεινοὶ τῶν Ἀρκάδων λύκων τε καὶ ἄρκτων.
(Παυσανίας Ελλάδος Περιήγησις, τ.Β 056)

Οἳ δ' ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
Αἰπύτιον παρὰ τύμβον ἵν' ἀνέρες ἀγχιμαχηταί,
οἳ Φενεόν τ' ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
Στύμφηλόν τ' εἶχον καὶ Παῤῥασίην ἐνέμοντο,
τῶν ἦρχ' Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
ἑξήκοντα νεῶν• πολέες δ' ἐν νηῒ ἑκάστῃ
Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
Αἰπύτιον παρὰ τύμβον ἵν' ἀνέρες ἀγχιμαχηταί,
οἳ Φενεόν τ' ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
Στύμφηλόν τ' εἶχον καὶ Παῤῥασίην ἐνέμοντο,
τῶν ἦρχ' Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
ἑξήκοντα νεῶν• πολέες δ' ἐν νηῒ ἑκάστῃ
Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
(Ομήρου Ιλιάς, Ραψ. Β, 603-614)
…δυσὶ γειτνιῶντες ἔθνεσι τοῖς μεγίστοις τῶν κατὰ Πελοπόννησον, μᾶλλον δὲ σχεδὸν καὶ τῶν Ἑλληνικῶν, λέγω δὲ τῷ τε τῶν Ἀρκάδων καὶ τῷ τῶν Λακώνων
(Πολυβίου Ιστορίαι Δ.32)

…
τὸν δὲ Ἀριστοκράτην οἱ Ἀρκάδες καταλιθώσαντες τὸν μὲν τῶν ὅρων ἐκτὸς ἐκβάλλουσιν ἄταφον, στήλην δὲ ἀνέθεσαν ἐς τὸ τέμενος τοῦ Λυκαίου λέγουσαν·
Πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆϊ,
Εὗρε δὲ Μεσσήνης σὺν Διῒ τὸν προδότην
Ρηϊδίως. χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρ’ ἐπίορκον.
Χαῖρε Ζεῦ βασιλεῦ, καὶ σάου Ἀρκαδίαν.
Εὗρε δὲ Μεσσήνης σὺν Διῒ τὸν προδότην
Ρηϊδίως. χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρ’ ἐπίορκον.
Χαῖρε Ζεῦ βασιλεῦ, καὶ σάου Ἀρκαδίαν.
(Πολυβίου Ιστορίαι Δ.32)

(Ηροδότου Ιστορίαι, Ζ’ 202)
…καὶ ἄλλοι Ἀρκάδων μισθοφόροι ἐπὶ τοὺς αἰεὶ πολεμίους σφίσιν ἀποδεικνυμένους ἰέναι εἰωθότες
(Θουκιδίδου Ιστοριών Ζ’ LVII.9)
…ἔνθα δὴ ἀπεκρίνατο Κλεάνωρ ὁ Ἀρκάς, πρεσβύτατος ὤν, ὅτι πρόσθεν ἂν ἀποθάνοιεν ἢ τὰ ὅπλα παραδοίησαν
(Ξενοφώντος Κύρου Ανάβασις/Β’ 2.1.10)

(Ξενοφών, Ελληνικά, 7.1.33)
Ἀρκάδες δὲ οὔτε Φιλίππῳ συνεχώρησαν τὴν ἡγεμονίαν μόνοι τῶν Ἑλλήνων οὔτ᾽ Ἀλεξάνδρῳ προσέσχον
(Διοδώρου Σικελιωτου, Ιστορικη Βιβλιοθηκη, ΙΖ, 3.3)

(Στράβων Γεωγραφία 221,564)
«Αρκάς αλήτης»
(Νόννος Πανοπολίτης, ΙΓ' 287)
«Εξ Αρκαδίας επίκουρους και εκ Φρυγίας ανδράποδα»
(Αρχαία ελληνική παροιμία)